Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.198 Joseph. AJ 5.203 (English) >>Joseph. AJ 5.208

5.201μέλισσαν δὲ σημαίνει τοὔνομα κατὰ τὴν Ἑβραίων γλῶσσαν, ἱκέτευον δεηθῆναι τοῦ θεοῦ λαβεῖν οἶκτον αὐτῶν καὶ μὴ περιιδεῖν ἀπολλυμένους αὐτοὺς ὑπὸ Χαναναίων. δὲ θεὸς ἐπένευσε σωτηρίαν αὐτοῖς καὶ στρατηγὸν αἱρεῖται Βάρακον τῆς Νεφθαλίδος ὄντα φυλῆς· βάρακος δέ ἐστιν ἀστραπὴ κατὰ τὴν Ἑβραίων γλῶσσαν. 5.202

Μεταπεμψαμένη δʼ Δαβώρα τὸν Βάρακον ἐπιλέξαντα τῶν νέων μυρίους ἐκέλευε χωρεῖν ἐπὶ τοὺς πολεμίους· ἀποχρῆναι γὰρ τοσούτους τοῦ θεοῦ προειρηκότος καὶ νίκην ἀποσημήναντος. 5.203Βαράκου δὲ φαμένου οὐ στρατηγήσειν μὴ κἀκείνης αὐτῷ συστρατηγούσης ἀγανακτήσασα, “σὺ μέν, εἶπε, γυναικὶ παραχωρεῖς ἀξίωμα σοὶ δέδωκεν θεός, ἐγὼ δὲ οὐ παραιτοῦμαι”. καὶ συναριθμήσαντες μυρίους ἐστρατοπεδεύσαντο πρὸς Ἰταβυρίῳ ὄρει. 5.204ἀπήντα δʼ αὐτοῖς Σισάρης τοῦ βασιλέως κελεύσαντος καὶ στρατοπεδεύονται τῶν πολεμίων οὐκ ἄπωθεν. τοὺς δʼ Ἰσραηλίτας καὶ τὸν Βάρακον καταπλαγέντας τὸ πλῆθος τῶν πολεμίων καὶ ἀναχωρεῖν διεγνωκότας Δεβώρα κατεῖχε τὴν συμβολὴν ποιεῖσθαι κατʼ ἐκείνην κελεύουσα τὴν ἡμέραν· νικήσειν γὰρ αὐτοὺς καὶ συλλήψεσθαι τὸν θεόν. 5.205

Συνῄεσαν οὖν καὶ προσμιγέντων ὄμβρος ἐπιγίνεται μέγας καὶ ὕδωρ πολὺ καὶ χάλαζα, τόν τε ὑετὸν κατὰ πρόσωπον ἤλαυνε τῶν Χαναναίων ἄνεμος ταῖς ὄψεσιν αὐτῶν ἐπισκοτῶν, ὡς τὰς τοξείας ἀχρήστους αὐτοῖς εἶναι καὶ τὰς σφενδόνας· οἵ τε ὁπλῖται διὰ τὸ κρύος χρῆσθαι τοῖς ξίφεσιν οὐκ εἶχον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.198 Joseph. AJ 5.203 (English) >>Joseph. AJ 5.208

Powered by PhiloLogic